Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.27 Dem. 24.31 (English) >>Dem. 24.33

24.29τεκμήριον δέ· καθεζομένων γὰρ τῶν νομοθετῶν, περὶ μὲν τούτων, τῆς διοικήσεως καὶ τῶν Παναθηναίων, οὔτε χείρονʼ οὔτε βελτίω νόμον οὐδένʼ εἰσήνεγκεν οὐδείς, περὶ δʼ ὧν οὔτε τὸ ψήφισμʼ ἐκέλευεν οἵ τε νόμοι κωλύουσιν, Τιμοκράτης οὑτοσὶ κατὰ πολλὴν ἡσυχίαν ἐνομοθέτει, κυριώτερον μὲν νομίσας τὸν ἐκ τοῦ ψηφίσματος τὸν ἐν τοῖς νόμοις εἰρημένον χρόνον, οὐδʼ ὁτιοῦν δὲ φοβηθεὶς εἰ ἁπάντων ὑμῶν ἀγόντων ἱερομηνίαν, καὶ νόμου κειμένου μήτʼ ἰδίᾳ μήτε κοινῇ μηδὲν ἀλλήλους ἀδικεῖν ἐν τούτῳ τῷ χρόνῳ, μηδὲ χρηματίζειν τι ἂν μὴ περὶ τῆς ἑορτῆς , αὐτὸς οὐχ ἕνα τὸν τυχόντα, ἀλλʼ ὅλην ἀδικῶν φανήσεται τὴν πόλιν. 24.30καίτοι πῶς οὐ δεινόν, εἰδότα μὲν τοὺς νόμους, ὧν ὀλίγῳ πρότερον πάντες ἠκούσατε, κυρίους ὄντας, εἰδότα δʼ οὐκ ἐῶνθʼ ἕτερον νόμον ψήφισμʼ οὐδέν, οὐδʼ ἂν ἔννομον , νόμου κυριώτερον εἶναι, γράψαι καὶ θεῖναι νόμον ὑμῖν κατὰ ψήφισμα, καὶ αὐτὸ παρὰ τοὺς νόμους εἰρημένον ᾔδει; 24.31 πῶς οὐ σχέτλιον τὴν μὲν πόλιν αὐτὴν ἑκάστῳ ἡμῶν δεδωκέναι ἄδειαν τοῦ μή τι παθεῖν ἀηδὲς δεινὸν ἐν τούτῳ τῷ χρόνῳ ποιήσασαν ἱερομηνίαν, αὐτὴν δὲ μὴ τετυχηκέναι ταύτης τῆς ἀσφαλείας παρὰ Τιμοκράτους, ἀλλʼ ἐν αὐτῇ τῇ ἱερομηνίᾳ τὰ μέγιστʼ ἠδικῆσθαι; τί γὰρ ἄν τις μεῖζον ἠδίκησʼ ἰδιώτης ἀνὴρ καταλύων τοὺς νόμους αὐτῆς, διʼ ὧν οἰκεῖται;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.27 Dem. 24.31 (English) >>Dem. 24.33

Powered by PhiloLogic